<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="223">νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="224">πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·</l><q><l n="225">χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς</l><l n="226">ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="227">ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ</l><l n="228">δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,</l><l n="229">ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες</l><l n="230">δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι</l><l n="231">νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.</l><l n="232">ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο</l></q></div></div></body></text></TEI>