<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="213">ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,</l><l n="214">πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.</l><l n="215">αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,</l><l n="216">Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="217">καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="218">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο</l><l n="219">τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει</l><l n="220">Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.</l><l n="221">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="222">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l></div></div></body></text></TEI>