ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,