πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα· χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν