<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="205"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.</l><l n="206">αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,</l><l n="207">ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,</l><l n="208">ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.</l><l n="209">τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.</l><l n="210">καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,</l><l n="211">πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.</l><l n="212">αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,</l><l n="213">ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,</l><l n="214">πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.</l><l n="215">αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,</l><l n="216">Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="217">καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="218">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο</l><l n="219">τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει</l><l n="220">Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.</l><l n="221">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="222">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="223">νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="224">πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·</l><q><l n="225">χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς</l><l n="226">ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="227">ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ</l><l n="228">δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,</l><l n="229">ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες</l><l n="230">δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι</l><l n="231">νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.</l><l n="232">ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο</l><l n="233">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="234">κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ</l><l n="235">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="236">Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων</l><l n="237">ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων</l><l n="238">μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει</l><l n="239">ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.</l><l n="240">ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·</l><l n="241">στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα</l><l n="242">αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς</l><l n="243">δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.</l><milestone ed="p" n="244" unit="card"/><l n="244">ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς</l><l n="245">ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη</l><l n="246">φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><l n="247">ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν</l><l n="248">τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.</l><l n="249">αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος</l><l n="250">ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν</l><l n="251">φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.</l><l n="252">ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς</l><l n="253">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·</l><q><l n="254">τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη</l><l n="255">δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν</l><l n="256">ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·</l><l n="257">ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον</l><l n="258">τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l></q><l n="259">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="260">παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων</l><l n="261">ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.</l><l n="262">εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω</l><l n="263">ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·</l><l n="264">ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,</l><l n="265">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους</l><l n="266">πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.</l><l n="267">οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο</l><l n="268">οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,</l><l n="269">ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.</l><l n="270">δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="271">Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς</l><l n="272">ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.</l><l n="273">τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα</l><l n="274">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται</l><l n="275">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι</l><l n="276">ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.</l><l n="277">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="278">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="279">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι</l><l n="280">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="281">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,</l><l n="282">αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="283">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="284">γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,</l><l n="285">ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><milestone ed="p" n="286" unit="card"/><l n="286">τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="287">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="288">τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι</l><l n="289">πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει</l><l n="290">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="291">ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα</l><l n="292">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="293">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="294">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l><l n="295">πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·</l><l n="296">ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,</l><l n="297">οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι</l><l n="298">καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.</l><l n="299">ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.</l><l n="300">εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον</l><l n="301">αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς</l><l n="302">τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς</l><l n="303">τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·</l><l n="304">νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι</l><l n="305">λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον</l><l n="306">οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.</l></q><l n="307"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="308">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="309">χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,</l><l n="310">ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,</l><l n="311">ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.</l><l n="312">ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν</l><l n="313">ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.</l><l n="314">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="315">οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω</l><l n="316">οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="317">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="318">ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·</l><l n="319">ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·</l><l n="320">κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.</l><l n="321">οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ</l><l n="322">αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.</l><l n="323">ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι</l><l n="324">μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,</l><l n="325">ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,</l><l n="326">ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων</l><l n="327">ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.</l><milestone ed="p" n="328" unit="card"/><l n="328">δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,</l><l n="329">πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·</l><l n="330">τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="331">ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον</l><l n="332">Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι</l><l n="333">δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.</l><l n="334">ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·</l><l n="335">τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν</l><l n="336">εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων</l><l n="337">τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν</l><l n="338">Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας</l><l n="339">Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;</l><l n="340">ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων</l><l n="341">Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων</l><l n="342">τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν</l><l n="343">ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.</l><l n="344">νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε</l><l n="345">μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.</l><l n="346">ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι</l><l n="347">φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.</l><l n="348">ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,</l><l n="349">καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ</l><l n="350">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·</l><l n="351">ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο</l><l n="352">ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον</l><l n="353">οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,</l><l n="354">ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·</l><l n="355">ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.</l><l n="356">νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ</l><l n="357">αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι</l><l n="358">νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,</l><l n="359">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,</l><l n="360">ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας</l><l n="361">νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·</l><l n="362">εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος</l><l n="363">ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.</l><l n="364">ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·</l><l n="365">ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν</l><l n="366">ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον</l><l n="367">ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,</l><l n="368">αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων</l><l n="369">Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω</l><l n="370">ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ</l><l n="371">εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν</l><l n="372">αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε</l><l n="373">τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·</l><milestone ed="p" n="374" unit="card"/><l n="374">οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·</l><l n="375">ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις</l><l n="376">ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος</l><l n="377">ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.</l><l n="378">ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.</l><l n="379">οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη</l><l n="380">ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,</l><l n="381">οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας</l><l n="382">Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,</l><l n="383">αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας</l><l n="384">ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·</l><l n="385">οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,</l><l n="386">οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων</l><l n="387">πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.</l><l n="388">κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="389">οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,</l><l n="390">ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·</l><l n="391">οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,</l><l n="392">ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.</l><l n="393">ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,</l><l n="394">Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.</l><l n="395">πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε</l><l n="396">κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,</l><l n="397">τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.</l><l n="398">ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ</l><l n="399">γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν</l><l n="400">κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·</l><l n="401">οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν</l><l n="402">Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον</l><l n="403">τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="404">οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει</l><l n="405">Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.</l><l n="406">ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,</l><l n="407">κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,</l><l n="408">ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ</l><l n="409">οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="410">μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα</l></q></div></div></body></text></TEI>