<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="163">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="164">δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·</l><l n="165">ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα</l><l n="166">ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.</l><l n="167">εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.</l><l n="168">Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,</l><l n="169">αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·</l><l n="170">κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.</l><l n="171">φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,</l><l n="172">ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.</l></q></div></div></body></text></TEI>