<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="162"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="163">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="164">δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·</l><l n="165">ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα</l><l n="166">ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.</l><l n="167">εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.</l><l n="168">Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,</l><l n="169">αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·</l><l n="170">κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.</l><l n="171">φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,</l><l n="172">ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.</l><l n="174">αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="175">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="176">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="177">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="178">ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="179">τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ</l><l n="180">δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,</l><l n="181">πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.</l><l n="182"><milestone ed="P" unit="para"/>τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης</l><l n="183">πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ</l><l n="184">ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.</l></div></div></body></text></TEI>