<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="161">ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.</l><milestone ed="p" n="162" unit="card"/></q><l n="162"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="163">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="164">δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·</l><l n="165">ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα</l><l n="166">ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.</l><l n="167">εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.</l><l n="168">Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,</l><l n="169">αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·</l><l n="170">κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.</l><l n="171">φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,</l><l n="172">ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.</l><l n="174">αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="175">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="176">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="177">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="178">ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="179">τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ</l><l n="180">δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,</l><l n="181">πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.</l><l n="182"><milestone ed="P" unit="para"/>τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης</l><l n="183">πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ</l><l n="184">ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.</l><l n="185">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="186">τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ</l><l n="187">καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,</l><l n="188">τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·</l><l n="189">τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.</l><l n="190">Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,</l><l n="191">δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,</l><l n="192">τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,</l><l n="193">στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="194">αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.</l><l n="195">ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.</l><l n="196">τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="197">χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,</l><l n="198">οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.</l></q><l n="199"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,</l><l n="200">εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.</l><l n="201">αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="202">μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,</l><l n="203">ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·</l><l n="204">οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.</l><milestone ed="p" n="205" unit="card"/></q><l n="205"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.</l><l n="206">αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,</l><l n="207">ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,</l><l n="208">ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.</l><l n="209">τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.</l><l n="210">καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,</l><l n="211">πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.</l><l n="212">αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,</l><l n="213">ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,</l><l n="214">πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.</l><l n="215">αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,</l><l n="216">Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="217">καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="218">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο</l><l n="219">τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει</l><l n="220">Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.</l><l n="221">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="222">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="223">νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="224">πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·</l><q><l n="225">χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς</l><l n="226">ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="227">ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ</l><l n="228">δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,</l><l n="229">ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες</l><l n="230">δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι</l><l n="231">νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.</l><l n="232">ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο</l><l n="233">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="234">κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ</l><l n="235">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="236">Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων</l><l n="237">ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων</l><l n="238">μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει</l></q></div></div></body></text></TEI>