<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="143">ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><l n="144">τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="145">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="146">τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω</l><l n="147">πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω</l><l n="148">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="149">ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα</l><l n="150">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="151">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="152">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l></q></div></div></body></text></TEI>