ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.