<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="133">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,</l><l n="134">ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.</l><l n="135">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="136">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="137">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω</l><l n="138">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="139">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,</l><l n="140">αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="141">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="142">γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,</l></q></div></div></body></text></TEI>