<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="131">τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων</l><l n="132">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι</l><l n="133">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,</l><l n="134">ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.</l><l n="135">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="136">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="137">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω</l><l n="138">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="139">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,</l><l n="140">αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="141">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="142">γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,</l><l n="143">ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><l n="144">τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="145">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="146">τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω</l><l n="147">πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω</l><l n="148">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="149">ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα</l><l n="150">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="151">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="152">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l><l n="153">πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·</l><l n="154">ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,</l><l n="155">οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι</l><l n="156">καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.</l><l n="157">ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.</l><l n="158">δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,</l><l n="159">τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·</l><l n="160">καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι</l><l n="161">ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.</l><milestone ed="p" n="162" unit="card"/></q><l n="162"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="163">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="164">δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·</l><l n="165">ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα</l><l n="166">ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.</l><l n="167">εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.</l><l n="168">Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,</l><l n="169">αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·</l><l n="170">κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.</l><l n="171">φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,</l><l n="172">ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.</l><l n="174">αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="175">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="176">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="177">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="178">ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="179">τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ</l><l n="180">δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,</l><l n="181">πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.</l><l n="182"><milestone ed="P" unit="para"/>τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης</l><l n="183">πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ</l><l n="184">ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.</l><l n="185">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="186">τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ</l><l n="187">καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,</l><l n="188">τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·</l><l n="189">τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.</l><l n="190">Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,</l><l n="191">δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,</l><l n="192">τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,</l><l n="193">στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="194">αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.</l><l n="195">ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.</l><l n="196">τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="197">χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,</l><l n="198">οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.</l></q><l n="199"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,</l><l n="200">εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.</l><l n="201">αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="202">μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,</l><l n="203">ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·</l></q></div></div></body></text></TEI>