<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="118">ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.</l><l n="119">ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,</l><l n="120">ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.</l><l n="121">ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω</l><l n="122">ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,</l><l n="123">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους</l><l n="124">πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.</l><l n="125">οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,</l><l n="126">οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,</l><l n="127">ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.</l><l n="128">δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="129">Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς</l><l n="130">ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.</l><l n="131">τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων</l><l n="132">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι</l><l n="133">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,</l><l n="134">ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.</l><l n="135">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="136">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="137">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω</l><l n="138">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="139">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,</l><l n="140">αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="141">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="142">γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,</l><l n="143">ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><l n="144">τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="145">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="146">τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω</l><l n="147">πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω</l><l n="148">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="149">ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα</l><l n="150">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="151">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="152">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l></q></div></div></body></text></TEI>