δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα. ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,