<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="11">κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,</l><l n="12">μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.</l><l n="13">ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων</l><l n="14">ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος</l><l n="15">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·</l><l n="16">ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="17">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="18">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ</l><l n="19">σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="20">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="21">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="22">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="23">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l><l n="24">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="25">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="26">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="27">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="28">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="29"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="30">δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·</l><l n="31">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="32">Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,</l><l n="33">ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.</l><l n="34">ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι</l><l n="35">φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα</l><l n="36">ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l><l n="37">σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="38">σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,</l><l n="39">ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="40">δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν</l><l n="41">ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;</l><l n="42">εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι</l><l n="43">ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης</l><l n="44">ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.</l><l n="45">ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="46">εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ</l><l n="47">φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="48">νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ</l><l n="49">Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="51">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="52">τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·</l><q><l n="53">Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,</l><l n="54">καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.</l><l n="55">οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,</l><l n="56">οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.</l><l n="57">ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης</l><l n="58">ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις</l><l n="59">Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.</l><l n="60">ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,</l><l n="61">ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι</l><l n="62">μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.</l><l n="63">ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος</l><l n="64">ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.</l><l n="65">ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="66">δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι</l><l n="67">λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.</l><l n="68">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα</l><l n="69">Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.</l><l n="70">δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.</l><l n="71">πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν</l><l n="72">ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·</l><l n="73">πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.</l><l n="74">πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην</l><l n="75">βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς</l><l n="76">ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν</l><l n="77">καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;</l><l n="78">νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.</l></q><l n="79"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="80">ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο</l><l n="81">ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,</l><l n="82">ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος</l><l n="83">ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,</l><l n="84">ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.</l><l n="85">ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ</l><l n="86">κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·</l><l n="87">κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·</l><l n="88">ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.</l><milestone ed="p" n="89" unit="card"/><l n="89"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν</l><l n="90">ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.</l><l n="91">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="92">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="93">τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν</l><l n="94">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="95">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="96">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="97">ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν</l><l n="98">λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε</l><l n="99">σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.</l><l n="100">τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,</l></q></div></div></body></text></TEI>