<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="103">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="104">οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει</l><l n="105">οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν</l><l n="106">ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην</l><l n="107">χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας</l><l n="108">οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε</l><l n="109">πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ</l><l n="110">εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,</l><l n="111">ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="112">φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν</l></q></div></div></body></text></TEI>