<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="101">κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ</l><l n="102">εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.</l><l n="103">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="104">οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει</l><l n="105">οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν</l><l n="106">ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην</l><l n="107">χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας</l><l n="108">οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε</l><l n="109">πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ</l><l n="110">εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,</l><l n="111">ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="112">φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν</l><l n="113">δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.</l></q><milestone ed="p" n="114" unit="card"/><l n="114"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="115">ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·</l><l n="116">ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν</l><l n="117">λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,</l><l n="118">ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.</l><l n="119">ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,</l><l n="120">ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.</l><l n="121">ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω</l><l n="122">ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,</l><l n="123">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους</l><l n="124">πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.</l><l n="125">οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,</l><l n="126">οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,</l><l n="127">ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.</l><l n="128">δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="129">Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς</l><l n="130">ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.</l><l n="131">τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων</l><l n="132">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι</l><l n="133">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,</l><l n="134">ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.</l><l n="135">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="136">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="137">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω</l><l n="138">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="139">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,</l><l n="140">αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="141">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="142">γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,</l><l n="143">ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><l n="144">τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="145">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="146">τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω</l><l n="147">πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω</l><l n="148">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="149">ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα</l><l n="150">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="151">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="152">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l><l n="153">πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·</l><l n="154">ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,</l><l n="155">οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι</l><l n="156">καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.</l><l n="157">ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.</l><l n="158">δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,</l><l n="159">τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·</l><l n="160">καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι</l><l n="161">ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.</l><milestone ed="p" n="162" unit="card"/></q><l n="162"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="163">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="164">δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·</l><l n="165">ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα</l><l n="166">ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.</l><l n="167">εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.</l><l n="168">Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,</l><l n="169">αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·</l><l n="170">κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.</l><l n="171">φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,</l><l n="172">ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.</l><l n="174">αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="175">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="176">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="177">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="178">ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="179">τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ</l><l n="180">δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,</l><l n="181">πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.</l><l n="182"><milestone ed="P" unit="para"/>τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης</l><l n="183">πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ</l><l n="184">ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.</l><l n="185">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="186">τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ</l><l n="187">καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,</l><l n="188">τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·</l><l n="189">τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.</l><l n="190">Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,</l></div></div></body></text></TEI>