<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς</l><l n="2">θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,</l><l n="3">πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.</l><l n="4">ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα</l><l n="5">Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον</l><l n="6">ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν</l><l n="7">κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·</l><l n="8">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="9"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ</l><l n="10">φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων</l><l n="11">κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,</l><l n="12">μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.</l><l n="13">ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων</l><l n="14">ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος</l><l n="15">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·</l><l n="16">ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="17">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="18">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ</l><l n="19">σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="20">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="21">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="22">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="23">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l></q></div></div></body></text></TEI>