πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ· ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα. ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς, ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.