<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="90">Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν</l><l n="91">εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="92">σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·</l><q><l n="93">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="94">πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;</l><l n="95">μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·</l><l n="96">ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.</l></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="98">ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="99">Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,</l><l n="100">στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,</l><l n="101">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="102">ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,</l><l n="103">σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,</l><l n="104">ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.</l><l n="105">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="106">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="107">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,</l><l n="108">οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.</l><l n="109">τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ</l><l n="110">Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ</l><l n="111">εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.</l><milestone ed="p" n="112" unit="card"/></q><l n="112"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="113">Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην</l><l n="114">ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.</l><l n="115">τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·</l><l n="116">Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,</l><l n="117">μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.</l><l n="118">τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·</l><l n="119">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα</l><l n="120">υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα</l><l n="121">ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.</l><l n="122">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="123">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="124">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="125">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου</l><l n="126">κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="127">ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν</l><l n="128">Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων</l><l n="129">ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.</l><l n="130"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="131">καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,</l><l n="132">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="133">βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,</l><l n="134">κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·</l><l n="135">δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,</l><l n="136">τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·</l><l n="137">Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="138">δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·</l><q><l n="139">Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.</l><l n="140">ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;</l><l n="141">νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει</l><l n="142">σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,</l><l n="143">δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο</l><l n="144">οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="146">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="147">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="148">Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·</l><l n="149">Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.</l><l n="150">ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.</l><milestone ed="p" n="151" unit="card"/></q><l n="151"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="152">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.</l><l n="153">εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,</l><l n="154">ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες</l><l n="155">καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,</l><l n="156">τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.</l></q><l n="157"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους</l><l n="158">αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="159">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.</l><l n="160">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="161">Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι</l></q></div></div></body></text></TEI>