<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="90">Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν</l><l n="91">εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="92">σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·</l><q><l n="93">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="94">πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;</l><l n="95">μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·</l><l n="96">ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.</l></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="98">ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="99">Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,</l><l n="100">στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,</l><l n="101">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="102">ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,</l><l n="103">σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,</l><l n="104">ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.</l><l n="105">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="106">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="107">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,</l><l n="108">οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.</l><l n="109">τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ</l><l n="110">Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ</l><l n="111">εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.</l><milestone ed="p" n="112" unit="card"/></q><l n="112"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="113">Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην</l></div></div></body></text></TEI>