αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ· ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα