<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="88">φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="89">ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες</l><l n="90">Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν</l><l n="91">εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="92">σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·</l><q><l n="93">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="94">πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;</l><l n="95">μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·</l><l n="96">ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.</l></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="98">ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="99">Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,</l><l n="100">στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,</l><l n="101">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="102">ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,</l><l n="103">σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,</l><l n="104">ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.</l><l n="105">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="106">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="107">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,</l><l n="108">οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.</l><l n="109">τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ</l><l n="110">Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ</l><l n="111">εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.</l><milestone ed="p" n="112" unit="card"/></q><l n="112"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="113">Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην</l><l n="114">ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.</l><l n="115">τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·</l><l n="116">Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,</l><l n="117">μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.</l><l n="118">τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·</l><l n="119">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα</l><l n="120">υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα</l><l n="121">ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.</l><l n="122">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="123">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="124">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="125">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου</l><l n="126">κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="127">ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν</l><l n="128">Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων</l><l n="129">ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.</l><l n="130"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="131">καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,</l><l n="132">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="133">βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,</l><l n="134">κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·</l><l n="135">δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,</l><l n="136">τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·</l><l n="137">Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="138">δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·</l><q><l n="139">Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.</l><l n="140">ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;</l><l n="141">νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει</l><l n="142">σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,</l><l n="143">δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο</l><l n="144">οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="146">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="147">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="148">Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·</l><l n="149">Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.</l><l n="150">ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.</l><milestone ed="p" n="151" unit="card"/></q><l n="151"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="152">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.</l><l n="153">εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,</l><l n="154">ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες</l><l n="155">καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,</l><l n="156">τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.</l></q><l n="157"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους</l><l n="158">αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="159">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.</l><l n="160">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="161">Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι</l><l n="162">ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·</l><l n="163">νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.</l><l n="164">ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο</l><l n="165">πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας</l><l n="166">ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.</l></q><l n="167"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν</l><l n="168">ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.</l><l n="169">τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="170">τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς</l><l n="171">σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.</l><l n="172">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="173">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="174">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="175">γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων</l><l n="176">νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·</l><l n="177">νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο</l><l n="178">ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·</l><l n="179">ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.</l><l n="180">ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,</l><l n="181">μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,</l><l n="182">ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς</l><l n="183">Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="185">Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε</l><l n="186">νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν</l><l n="187">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="188">ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν</l><l n="189">οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,</l><l n="190">ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.</l><l n="191">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν</l><l n="192">ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει</l><l n="193">πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,</l><l n="194">αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο</l><l n="195">δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.</l><l n="196">εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς</l><l n="197">αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.</l><milestone ed="p" n="198" unit="card"/></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,</l><l n="199">σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,</l><l n="200">καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·</l><q><l n="201">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ</l><l n="202">ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.</l><l n="203">οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι</l><l n="204">πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.</l><l n="205">εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,</l><l n="206">Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,</l><l n="207">αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.</l></q><l n="208"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="209">Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.</l><l n="210">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι</l><l n="211">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="213">τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε</l><l n="214">πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων</l><l n="215">εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="216">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.</l><l n="217">καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,</l><l n="218">εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη</l><l n="219">αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.</l><l n="220">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="221">πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,</l><l n="222">στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,</l><l n="223">ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,</l><l n="224">ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο</l><l n="225">ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας</l><l n="226">εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·</l><l n="227">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="228">αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·</l><l n="229">πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,</l><l n="230">ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,</l><l n="231">ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων</l><l n="232">πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="233">Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος</l><l n="234">στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν</l><l n="235">Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.</l><l n="236">Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων</l><l n="237">τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;</l><l n="238">οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν</l><l n="239">νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,</l><l n="240">ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα</l><l n="241">ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l><l n="242">ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·</l><l n="243">αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,</l><l n="244">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l><milestone ed="p" n="245" unit="card"/></q><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,</l><l n="246">νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.</l><l n="247">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,</l><l n="248">νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·</l><l n="249">πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,</l><l n="250">ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.</l><l n="251">οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,</l><l n="252">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="253"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων</l><l n="254">εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους</l><l n="255">τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,</l><l n="256">ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="257">Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·</l><l n="258">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="259">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="260">ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="261"><milestone ed="P" unit="para"/>τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,</l><l n="262">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="263">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="264">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="265">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="266">Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,</l><l n="267">στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.</l><l n="268">ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="269">παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ</l><l n="270">βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,</l><l n="271">αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν</l><l n="272">εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.</l><l n="273"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;</l><l n="274">Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην</l><l n="275">Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην</l><l n="276">καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,</l><l n="277">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="278">τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="279">τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·</l><l n="280">στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·</l><q><l n="281">Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν</l><l n="282">βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι</l><l n="283">πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="284">καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·</l><l n="285">τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.</l><l n="286">σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·</l><l n="287">αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη</l><l n="288">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,</l><l n="289">πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,</l><l n="290">ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν</l><l n="291">ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.</l></q><milestone ed="p" n="292" unit="card"/><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·</l><q><l n="293">Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν</l><l n="294">ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι</l><l n="295">παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς</l><l n="296">ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.</l><l n="297">ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,</l><l n="298">πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·</l><l n="299">τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="301">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·</l><l n="302">καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα</l><l n="303">υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,</l><l n="304">τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ</l><l n="305">καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.</l><l n="306">μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ</l><l n="307">καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,</l><l n="308">ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.</l><l n="309"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="310">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.</l><l n="311">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·</l><l n="312">ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα</l><l n="313">ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·</l><l n="314">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="315">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="316">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="317">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,</l><l n="318">Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα</l><l n="319">ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.</l><l n="320">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος</l><l n="321">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,</l><l n="322">βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.</l><l n="323">ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,</l><l n="324">θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ</l><l n="325">αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει</l><l n="326">αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,</l><l n="327">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,</l><l n="328">ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,</l><l n="329">στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="330">Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,</l><l n="331">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="332">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="333">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ</l><l n="334">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="335" unit="card"/><l n="335"><milestone ed="P" unit="para"/>ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·</l><l n="336">οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·</l><l n="337">Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.</l><l n="338">ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος</l><l n="339">ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων</l><l n="340">ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,</l><l n="341">ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,</l><l n="342">αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.</l><l n="343">αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="344">φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,</l><l n="345">οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="346">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l><l n="347">χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·</l><l n="348">Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους</l><l n="349">Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.</l><l n="350"><milestone ed="P" unit="para"/>τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,</l><l n="351">αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="352">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ</l><l n="353">ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;</l><l n="354">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται</l><l n="355">ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς</l><l n="356">Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.</l></q><l n="357"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="358">καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε</l><l n="359">χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·</l><l n="360">ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι</l><l n="361">σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·</l><l n="362">οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν</l><l n="363">τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="364">ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς</l><l n="365">τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.</l><l n="366">εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν</l><l n="367">εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν</l><l n="368">ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,</l><l n="369">οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.</l><l n="370">νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,</l><l n="371">ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,</l><l n="372">λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.</l><l n="373">ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.</l><l n="374">ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,</l><l n="375">ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο</l><l n="376">τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι</l><l n="377">ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ</l><l n="378">γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,</l><l n="379">ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς</l><l n="380">δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><milestone ed="p" n="381" unit="card"/></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.</l><l n="382">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="383">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="384">αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="385">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="386">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,</l><l n="387">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="388">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="389">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="390">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="391">ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="392">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="393">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="394">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="395">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="396">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.</l><l n="397"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,</l><l n="398">Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·</l><q><l n="399">βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην</l><l n="400">ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.</l><l n="401">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="402">γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="403">αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·</l><l n="404">οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς</l><l n="405">ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·</l><l n="406">ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.</l><l n="407">Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·</l><l n="408">αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.</l></q><l n="409"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="410">βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.</l><l n="411">πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο</l><l n="412">ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·</l><q><l n="413">πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;</l><l n="414">οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.</l><l n="415">ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,</l><l n="416">γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="417">αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·</l><l n="418">οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς</l><l n="419">ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·</l><l n="420">ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.</l><l n="421">Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·</l><l n="422">αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·</l><l n="423">ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε</l><l n="424">τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.</l><milestone ed="p" n="425" unit="card"/></q><l n="425"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="426">αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="427">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε</l><l n="428">νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·</l><l n="429">τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,</l><l n="430">ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ</l><l n="431">Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.</l></q><l n="432"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·</l><l n="433">τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,</l><l n="434">καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,</l><l n="435">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·</l><l n="436">αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον</l><l n="437">μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.</l><l n="438"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους</l><l n="439">Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.</l><l n="440">τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,</l><l n="441">ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·</l><l n="442">αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς</l><l n="443">ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.</l><l n="444">αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη</l><l n="445">ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="446">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="447">τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;</l><l n="448">οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="449">ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.</l><l n="450">πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,</l><l n="451">οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.</l><l n="452">σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα</l><l n="453">πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.</l><l n="454">ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·</l><l n="455">οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ</l><l n="456">ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="458">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="459">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="460">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="461">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="462">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="463">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·</l><l n="464">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="465">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l></q></div></div></body></text></TEI>