<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="72">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.</l><l n="73">αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="74">ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·</l><l n="75">αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ</l><l n="76">ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες</l><l n="77">θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.</l><milestone ed="p" n="78" unit="card"/><l n="78"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,</l><l n="79">οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·</l><l n="80">Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="81">οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ</l><l n="82">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="83">ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων</l><l n="84">κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.</l><l n="85">ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,</l><l n="86">σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.</l><l n="87">ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε</l><l n="88">φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="89">ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες</l><l n="90">Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν</l><l n="91">εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="92">σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·</l><q><l n="93">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="94">πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;</l><l n="95">μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·</l><l n="96">ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.</l></q></div></div></body></text></TEI>