ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν. αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν· αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν. ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων, οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος· Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ, σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης· σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ· ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.