καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα· ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν. αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ