<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="68">ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l><l n="69">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·</l><l n="70">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο</l><l n="71">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="72">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.</l><l n="73">αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="74">ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·</l><l n="75">αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ</l><l n="76">ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες</l><l n="77">θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.</l><milestone ed="p" n="78" unit="card"/><l n="78"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,</l><l n="79">οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·</l><l n="80">Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="81">οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ</l><l n="82">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="83">ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων</l><l n="84">κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.</l><l n="85">ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,</l><l n="86">σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.</l><l n="87">ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε</l><l n="88">φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="89">ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες</l><l n="90">Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν</l><l n="91">εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="92">σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·</l><q><l n="93">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="94">πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;</l><l n="95">μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·</l><l n="96">ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.</l></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="98">ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="99">Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,</l><l n="100">στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,</l><l n="101">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="102">ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,</l><l n="103">σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,</l><l n="104">ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.</l><l n="105">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="106">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="107">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,</l><l n="108">οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.</l><l n="109">τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ</l><l n="110">Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ</l><l n="111">εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.</l><milestone ed="p" n="112" unit="card"/></q><l n="112"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="113">Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην</l><l n="114">ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.</l><l n="115">τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·</l><l n="116">Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,</l><l n="117">μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.</l><l n="118">τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·</l><l n="119">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα</l><l n="120">υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα</l><l n="121">ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.</l><l n="122">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="123">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="124">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="125">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου</l><l n="126">κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="127">ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν</l><l n="128">Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων</l><l n="129">ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.</l><l n="130"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="131">καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,</l><l n="132">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="133">βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,</l><l n="134">κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·</l><l n="135">δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,</l><l n="136">τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·</l><l n="137">Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="138">δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·</l></div></div></body></text></TEI>