ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ· ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης· γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων. εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες· σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε. ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν. ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν· ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις· βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς· θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι. ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου, μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις. ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν. αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν. οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός, πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.