<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="506">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε</l><l n="507">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,</l><l n="508">ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης</l><l n="509">καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,</l><l n="510">μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="511">φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><milestone ed="p" n="512" unit="card"/><l n="512">μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,</l><l n="513">ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ</l><l n="514">βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι</l><l n="515">νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος</l><l n="516">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="517">κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων</l><l n="518">παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας</l><l n="519">λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·</l><l n="520">θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη</l><l n="521">πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω</l><l n="522">μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.</l><l n="523">ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·</l><l n="524">μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,</l><l n="525">τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.</l><l n="526">ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν</l><l n="527">ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,</l><l n="528">οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.</l><l n="529">ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,</l><l n="530">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="531">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="532">εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης</l><l n="533">πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν</l><l n="534">χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.</l><l n="535">αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος</l><l n="536">μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω</l><l n="537">κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="538">ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς</l><l n="539">εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,</l><l n="540">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="541">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.</l></q><l n="542"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.</l><l n="543">οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="544">δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·</l><l n="545">ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα</l><l n="546">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,</l><l n="547">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.</l><l n="548"><del>ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας</del></l><l n="549">κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.</l><l n="550"><del>ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,</del></l><l n="551"><del>οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,</del></l><l n="552"><del>καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο</del></l><milestone ed="p" n="553" unit="card"/><l n="553"><milestone ed="P" unit="para"/>οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας</l><l n="554">εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.</l><l n="555">ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην</l><l n="556">φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·</l><l n="557">ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι</l><l n="558">καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,</l><l n="559">πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·</l><l n="560">τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων</l><l n="561">Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.</l><l n="562">χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ</l><l n="563">εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.</l><l n="564">ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας</l><l n="565">ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.</l></div><div type="textpart" subtype="Book" n="9"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς</l><l n="2">θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,</l><l n="3">πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.</l><l n="4">ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα</l><l n="5">Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον</l></div></div></body></text></TEI>