<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="505">ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα</l><l n="506">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε</l><l n="507">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,</l><l n="508">ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης</l><l n="509">καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,</l><l n="510">μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="511">φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><milestone ed="p" n="512" unit="card"/><l n="512">μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,</l><l n="513">ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ</l><l n="514">βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι</l><l n="515">νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος</l><l n="516">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="517">κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων</l><l n="518">παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας</l><l n="519">λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·</l><l n="520">θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη</l><l n="521">πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω</l><l n="522">μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.</l><l n="523">ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·</l><l n="524">μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,</l><l n="525">τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.</l><l n="526">ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν</l><l n="527">ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,</l><l n="528">οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.</l><l n="529">ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,</l><l n="530">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="531">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="532">εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης</l><l n="533">πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν</l><l n="534">χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.</l><l n="535">αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος</l><l n="536">μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω</l><l n="537">κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="538">ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς</l><l n="539">εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,</l><l n="540">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="541">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.</l></q><l n="542"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.</l><l n="543">οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="544">δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·</l><l n="545">ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα</l><l n="546">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,</l><l n="547">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.</l><l n="548"><del>ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας</del></l><l n="549">κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.</l><l n="550"><del>ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,</del></l><l n="551"><del>οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,</del></l><l n="552"><del>καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο</del></l><milestone ed="p" n="553" unit="card"/><l n="553"><milestone ed="P" unit="para"/>οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας</l><l n="554">εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.</l><l n="555">ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην</l><l n="556">φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·</l><l n="557">ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι</l><l n="558">καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,</l><l n="559">πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·</l><l n="560">τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων</l><l n="561">Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.</l><l n="562">χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ</l><l n="563">εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.</l><l n="564">ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας</l><l n="565">ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.</l></div><div type="textpart" subtype="Book" n="9"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς</l><l n="2">θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,</l><l n="3">πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.</l><l n="4">ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα</l><l n="5">Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον</l><l n="6">ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν</l><l n="7">κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·</l><l n="8">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="9"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ</l><l n="10">φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων</l><l n="11">κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,</l><l n="12">μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.</l><l n="13">ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων</l><l n="14">ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος</l><l n="15">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·</l><l n="16">ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="17">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="18">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ</l><l n="19">σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="20">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="21">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="22">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="23">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l><l n="24">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="25">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="26">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="27">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="28">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="29"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="30">δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·</l><l n="31">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="32">Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,</l><l n="33">ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.</l><l n="34">ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι</l><l n="35">φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα</l><l n="36">ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l><l n="37">σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="38">σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,</l><l n="39">ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="40">δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν</l><l n="41">ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;</l><l n="42">εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι</l><l n="43">ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης</l><l n="44">ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.</l><l n="45">ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="46">εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ</l><l n="47">φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="48">νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ</l><l n="49">Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l></div></div></body></text></TEI>