ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ, μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης. μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων· θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων. ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω· μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω, τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω. ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν. ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι. αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν. οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος· ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο. ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω. ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο, οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή, καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά. ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ· ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ, πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν· τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό. χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον. ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν