<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="497">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="498">νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς</l><l n="499">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="500">ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα</l><l n="501">Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="502">ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="503">δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους</l><l n="504">λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·</l><l n="505">ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα</l><l n="506">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε</l><l n="507">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,</l><l n="508">ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης</l><l n="509">καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,</l><l n="510">μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="511">φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><milestone ed="p" n="512" unit="card"/><l n="512">μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,</l><l n="513">ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ</l><l n="514">βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι</l><l n="515">νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος</l><l n="516">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="517">κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων</l><l n="518">παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας</l><l n="519">λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·</l></q></div></div></body></text></TEI>