σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη. ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή. Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι· νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν· ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ, μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης. μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων