<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="477">ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω</l><l n="478">χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι</l><l n="479">γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε</l><l n="480">ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο</l><l n="481">τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·</l><l n="482">οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε</l><l n="483">σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.</l></q><l n="484"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.</l><l n="485">ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο</l><l n="486">ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.</l><l n="487">Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς</l><l n="488">ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.</l><l n="489"><milestone ed="P" unit="para"/>Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ</l><l n="490">νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,</l><l n="491">ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.</l><l n="492">ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον</l><l n="493">τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ</l><l n="494">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="495">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,</l><l n="496">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·</l><q><l n="497">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="498">νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς</l><l n="499">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="500">ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα</l><l n="501">Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="502">ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="503">δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους</l><l n="504">λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·</l><l n="505">ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα</l><l n="506">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε</l><l n="507">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,</l><l n="508">ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης</l><l n="509">καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,</l><l n="510">μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="511">φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><milestone ed="p" n="512" unit="card"/><l n="512">μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,</l><l n="513">ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ</l><l n="514">βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι</l><l n="515">νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος</l><l n="516">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="517">κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων</l><l n="518">παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας</l><l n="519">λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·</l><l n="520">θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη</l><l n="521">πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω</l><l n="522">μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.</l><l n="523">ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·</l><l n="524">μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,</l><l n="525">τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.</l><l n="526">ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν</l><l n="527">ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,</l><l n="528">οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.</l><l n="529">ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,</l><l n="530">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="531">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="532">εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης</l><l n="533">πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν</l><l n="534">χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.</l><l n="535">αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος</l><l n="536">μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω</l><l n="537">κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="538">ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς</l><l n="539">εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,</l><l n="540">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="541">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.</l></q><l n="542"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.</l><l n="543">οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="544">δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·</l><l n="545">ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα</l><l n="546">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,</l><l n="547">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.</l><l n="548"><del>ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας</del></l><l n="549">κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.</l></div></div></body></text></TEI>