<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="474">πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,</l><l n="475">ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται</l><l n="476">στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·</l><l n="477">ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω</l><l n="478">χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι</l><l n="479">γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε</l><l n="480">ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο</l><l n="481">τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·</l><l n="482">οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε</l><l n="483">σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.</l></q><l n="484"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.</l><l n="485">ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο</l><l n="486">ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.</l><l n="487">Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς</l><l n="488">ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.</l><l n="489"><milestone ed="P" unit="para"/>Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ</l><l n="490">νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,</l><l n="491">ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.</l><l n="492">ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον</l><l n="493">τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ</l><l n="494">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="495">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,</l><l n="496">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·</l></div></div></body></text></TEI>