πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις· βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς· οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη. ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή. Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·