<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="451">οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.</l><l n="452">σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα</l><l n="453">πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.</l><l n="454">ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·</l><l n="455">οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ</l><l n="456">ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="458">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="459">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="460">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="461">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="462">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="463">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·</l><l n="464">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="465">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l><l n="466">ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·</l><l n="467">βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,</l><l n="468">ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.</l></q><milestone ed="p" n="469" unit="card"/><l n="469"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="470">ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα</l><l n="471">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη</l><l n="472">ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·</l><l n="473">οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ</l></q></div></div></body></text></TEI>