<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="428">νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·</l><l n="429">τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,</l><l n="430">ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ</l><l n="431">Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.</l></q><l n="432"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·</l><l n="433">τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,</l><l n="434">καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,</l><l n="435">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·</l><l n="436">αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον</l><l n="437">μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.</l><l n="438"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους</l><l n="439">Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.</l><l n="440">τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,</l><l n="441">ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·</l><l n="442">αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς</l><l n="443">ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.</l><l n="444">αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη</l><l n="445">ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="446">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="447">τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;</l><l n="448">οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="449">ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.</l><l n="450">πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,</l></q></div></div></body></text></TEI>