οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται· αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ· ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν· τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω, ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές. ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους· τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους, καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν, ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα· αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους. τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας· αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος. αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη; οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε. πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ. σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα. ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν· οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν. ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·