<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="404">οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς</l><l n="405">ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·</l><l n="406">ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.</l><l n="407">Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·</l><l n="408">αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.</l></q><l n="409"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="410">βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.</l><l n="411">πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο</l><l n="412">ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·</l><q><l n="413">πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;</l><l n="414">οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.</l><l n="415">ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,</l><l n="416">γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="417">αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·</l><l n="418">οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς</l><l n="419">ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·</l><l n="420">ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.</l><l n="421">Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·</l><l n="422">αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·</l><l n="423">ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε</l><l n="424">τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.</l><milestone ed="p" n="425" unit="card"/></q><l n="425"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="426">αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="427">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε</l><l n="428">νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·</l><l n="429">τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,</l><l n="430">ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ</l><l n="431">Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.</l></q><l n="432"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·</l><l n="433">τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,</l><l n="434">καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,</l><l n="435">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·</l><l n="436">αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον</l><l n="437">μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.</l><l n="438"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους</l><l n="439">Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.</l><l n="440">τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,</l><l n="441">ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·</l><l n="442">αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς</l><l n="443">ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.</l><l n="444">αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη</l><l n="445">ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="446">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="447">τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;</l><l n="448">οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="449">ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.</l><l n="450">πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,</l><l n="451">οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.</l><l n="452">σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα</l><l n="453">πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.</l><l n="454">ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·</l><l n="455">οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ</l><l n="456">ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="458">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="459">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="460">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="461">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="462">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="463">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·</l><l n="464">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="465">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l><l n="466">ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·</l><l n="467">βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,</l><l n="468">ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.</l></q><milestone ed="p" n="469" unit="card"/><l n="469"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="470">ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα</l><l n="471">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη</l><l n="472">ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·</l><l n="473">οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ</l><l n="474">πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,</l><l n="475">ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται</l><l n="476">στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·</l></q></div></div></body></text></TEI>