γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν, ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους· αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς, Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·