<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="359">χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·</l><l n="360">ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι</l><l n="361">σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·</l><l n="362">οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν</l><l n="363">τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="364">ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς</l><l n="365">τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.</l><l n="366">εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν</l><l n="367">εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν</l><l n="368">ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,</l><l n="369">οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.</l><l n="370">νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,</l><l n="371">ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,</l><l n="372">λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.</l><l n="373">ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.</l><l n="374">ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,</l><l n="375">ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο</l><l n="376">τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι</l><l n="377">ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ</l><l n="378">γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,</l><l n="379">ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς</l><l n="380">δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><milestone ed="p" n="381" unit="card"/></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.</l></div></div></body></text></TEI>