<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="357"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="358">καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε</l><l n="359">χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·</l><l n="360">ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι</l><l n="361">σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·</l><l n="362">οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν</l><l n="363">τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="364">ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς</l><l n="365">τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.</l><l n="366">εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν</l><l n="367">εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν</l><l n="368">ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,</l><l n="369">οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.</l><l n="370">νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,</l><l n="371">ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,</l><l n="372">λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.</l><l n="373">ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.</l><l n="374">ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,</l><l n="375">ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο</l><l n="376">τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι</l><l n="377">ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ</l><l n="378">γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,</l><l n="379">ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς</l><l n="380">δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><milestone ed="p" n="381" unit="card"/></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.</l><l n="382">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="383">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="384">αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="385">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="386">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,</l><l n="387">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="388">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="389">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="390">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="391">ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="392">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="393">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="394">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="395">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="396">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.</l><l n="397"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,</l><l n="398">Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·</l><q><l n="399">βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην</l><l n="400">ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.</l><l n="401">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="402">γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="403">αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·</l><l n="404">οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς</l><l n="405">ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·</l><l n="406">ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.</l><l n="407">Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·</l><l n="408">αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.</l></q><l n="409"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="410">βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.</l><l n="411">πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο</l><l n="412">ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·</l><q><l n="413">πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;</l><l n="414">οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.</l><l n="415">ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,</l><l n="416">γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="417">αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·</l><l n="418">οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς</l><l n="419">ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·</l><l n="420">ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.</l><l n="421">Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·</l><l n="422">αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·</l><l n="423">ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε</l><l n="424">τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.</l><milestone ed="p" n="425" unit="card"/></q><l n="425"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="426">αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="427">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε</l><l n="428">νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·</l><l n="429">τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,</l><l n="430">ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ</l><l n="431">Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.</l></q><l n="432"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·</l><l n="433">τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,</l><l n="434">καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,</l><l n="435">ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·</l><l n="436">αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον</l><l n="437">μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.</l><l n="438"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους</l><l n="439">Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.</l><l n="440">τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,</l><l n="441">ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·</l><l n="442">αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς</l><l n="443">ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.</l><l n="444">αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη</l><l n="445">ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="446">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="447">τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;</l><l n="448">οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="449">ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.</l><l n="450">πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,</l><l n="451">οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.</l><l n="452">σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα</l><l n="453">πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.</l><l n="454">ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·</l><l n="455">οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ</l><l n="456">ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·</l><l n="458">πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.</l><l n="459">ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε</l><l n="460">σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="461">Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·</l><q><l n="462">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="463">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·</l><l n="464">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="465">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l><l n="466">ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·</l><l n="467">βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,</l><l n="468">ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.</l></q><milestone ed="p" n="469" unit="card"/><l n="469"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="470">ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα</l><l n="471">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη</l><l n="472">ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·</l><l n="473">οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ</l><l n="474">πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,</l><l n="475">ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται</l><l n="476">στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·</l><l n="477">ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω</l><l n="478">χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι</l><l n="479">γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε</l><l n="480">ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο</l><l n="481">τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·</l><l n="482">οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε</l><l n="483">σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.</l></q><l n="484"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.</l><l n="485">ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο</l><l n="486">ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.</l><l n="487">Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς</l><l n="488">ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.</l><l n="489"><milestone ed="P" unit="para"/>Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ</l><l n="490">νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,</l><l n="491">ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.</l><l n="492">ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον</l><l n="493">τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ</l><l n="494">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="495">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,</l><l n="496">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·</l><q><l n="497">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·</l><l n="498">νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς</l><l n="499">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="500">ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα</l><l n="501">Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="502">ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="503">δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους</l><l n="504">λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·</l><l n="505">ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα</l><l n="506">καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε</l><l n="507">σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,</l><l n="508">ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης</l><l n="509">καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,</l><l n="510">μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="511">φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><milestone ed="p" n="512" unit="card"/><l n="512">μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,</l><l n="513">ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ</l><l n="514">βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι</l><l n="515">νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος</l><l n="516">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="517">κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων</l><l n="518">παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας</l><l n="519">λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·</l><l n="520">θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη</l><l n="521">πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω</l></q></div></div></body></text></TEI>