οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε. τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ· ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς· οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων. ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν. εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς, ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ. ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ