<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="336">οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·</l><l n="337">Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.</l><l n="338">ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος</l><l n="339">ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων</l><l n="340">ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,</l><l n="341">ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,</l><l n="342">αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.</l><l n="343">αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="344">φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,</l><l n="345">οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="346">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l><l n="347">χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·</l><l n="348">Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους</l><l n="349">Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.</l><l n="350"><milestone ed="P" unit="para"/>τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,</l><l n="351">αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="352">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ</l><l n="353">ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;</l><l n="354">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται</l><l n="355">ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς</l><l n="356">Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.</l></q><l n="357"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="358">καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε</l></q></div></div></body></text></TEI>