Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς· Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων. ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς, αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν, οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη, αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ; οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε. τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ· ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς· οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων. ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν. εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν