<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="322">βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.</l><l n="323">ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,</l><l n="324">θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ</l><l n="325">αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει</l><l n="326">αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,</l><l n="327">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,</l><l n="328">ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,</l><l n="329">στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="330">Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,</l><l n="331">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="332">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="333">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ</l><l n="334">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="335" unit="card"/><l n="335"><milestone ed="P" unit="para"/>ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·</l><l n="336">οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·</l><l n="337">Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.</l><l n="338">ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος</l><l n="339">ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων</l><l n="340">ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,</l><l n="341">ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,</l><l n="342">αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.</l><l n="343">αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="344">φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,</l><l n="345">οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="346">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l></div></div></body></text></TEI>