βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει. ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι, ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός. Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς· Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων. ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς, αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν, οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι