ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων· Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω. ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν· τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα. ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός· καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ, τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι. μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν, ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων· ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα