μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν. ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν· ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,